Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.342 Joseph. BJ 4.348 (English) >>Joseph. BJ 4.356

4.345

Τοῖς δὲ Ἰδουμαίοις ἤδη τῆς παρουσίας μετέμελε καὶ προσίστατο τὰ πραττόμενα. 4.346συναγαγὼν δὲ αὐτούς τις ἀπὸ τῶν ζηλωτῶν κατʼ ἰδίαν ἐλθὼν ἐνεδείκνυτο τὰ συμπαρανομηθέντα τοῖς καλέσασι καὶ τὸ κατὰ τῆς μητροπόλεως διεξῄει· 4.347παρατάσσεσθαι μὲν γὰρ ὡς ὑπὸ τῶν ἀρχιερέων προδιδομένης Ῥωμαίοις τῆς μητροπόλεως, εὑρηκέναι δὲ προδοσίας μὲν τεκμήριον οὐδέν, τοὺς δʼ ἐκείνην ὑποκρινομένους φυλάττεσθαι καὶ πολέμου καὶ τυραννίδος ἔργα τολμῶντας. 4.348προσήκειν μὲν οὖν αὐτοῖς διακωλύειν ἀπʼ ἀρχῆς· ἐπειδὴ δὲ ἅπαξ εἰς κοινωνίαν ἐμφυλίου φόνου προέπεσον, ὅρον γοῦν ἐπιθεῖναι τοῖς ἁμαρτήμασι καὶ μὴ παραμένειν χορηγοῦντας ἰσχὺν τοῖς καταλύουσι τὰ πάτρια. 4.349καὶ γὰρ εἴ τινες χαλεπαίνουσι τὸ κλεισθῆναι τὰς πύλας καὶ μὴ δοθῆναι μετὰ τῶν ὅπλων αὐτοῖς ἑτοίμην τὴν εἴσοδον, ἀλλὰ τοὺς εἴρξαντας τετιμωρῆσθαι· καὶ τεθνάναι μὲν Ἄνανον, διεφθάρθαι δὲ ἐπὶ μιᾶς νυκτὸς ὀλίγου δεῖν πάντα τὸν δῆμον· 4.350ἐφʼ οἷς τῶν μὲν οἰκείων πολλοὺς αἰσθάνεσθαι μετανοοῦντας, τῶν ἐπικαλεσαμένων δὲ ὁρᾶν ἄμετρον τὴν ὠμότητα μηδὲ διʼ οὓς ἐσώθησαν αἰδουμένων· 4.351ἐν ὄμμασι γοῦν τῶν συμμάχων τὰ αἴσχιστα τολμᾶν, καὶ τὰς ἐκείνων παρανομίας Ἰδουμαίοις προσάπτεσθαι, μέχρις ἂν μήτε κωλύῃ τις μήτε χωρίζηται τῶν δρωμένων. 4.352δεῖν οὖν, ἐπειδὴ διαβολὴ μὲν πέφηνε τὰ τῆς προδοσίας, ἔφοδος δὲ Ῥωμαίων οὐδεμία προσδοκᾶται, δυναστεία δʼ ἐπιτετείχισται τῇ πόλει δυσκατάλυτος, αὐτοὺς ἀναχωρεῖν ἐπʼ οἴκου καὶ τῷ μὴ κοινωνεῖν τοῖς φαύλοις ἁπάντων ἀπολογήσασθαι πέρι, ὧν φενακισθέντες μετάσχοιεν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.342 Joseph. BJ 4.348 (English) >>Joseph. BJ 4.356

Powered by PhiloLogic